Συνολικές προβολές σελίδας

Δευτέρα, 24 Ιανουαρίου 2011

Προσευχή για την ενίσχυση της μαρτυρίας της πίστεως μας...

Οι μέρες μας είναι δύσκολες και χρειάζεται να πολεμήσουμε με τα πιο ισχυρά όπλα που διαθέτουμε τις ενάντιες δυνάμεις. Δηλαδή την προσευχή μας!!! Παρακάτω θα βρείτε μία προσευχή για ενίσχυση της Ομολογίας, για να μας στηρίζει ο Θεός στην μαρτυρία της πίστης μας στις δύσκολες μέρες που διάγουμε. Η προσευχή αυτή προέρχεται από το βιβλίο "Προσευχητάριο Ειδικών Περιστάσεων" του π. Διονυσίου Ταμπάκη, που κυκλοφορεί από τις εκδόσεις Σταμούλη (http://www.stamoulis.gr/ViewShopArticle.aspx?Id=7528). Οι προσευχές στηρίζονται στην παράδοση του Αγίου Αρσενίου του Καππαδόκη που χρησιμοποιούσε τους ψαλμούς ως ευχές για ειδικές περιστάσεις. 

Εμείς το λάβαμε από εσάς που το βρήκατε στο: http://anavaseis.blogspot.com/2011/01/blog-post_5730.html


Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').

Δόξα. Πατρί και Υιώ και Αγίω Πνεύματι.

Καί νύν και αεί και εις τους αιώνας των αιώνων .Αμήν.

Παναγία Τριάς, ελέησον ημάς.Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών.

Δέσποτα, συγχώρησον τάς ανομίας ημίν.

Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.

Κύριε, ελέησον, Κύριε, ελέησον, Κύριε, ελέησον.

Δόξα... Καί νύν...

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω τό θέλημά σου, ώς εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ώς καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Δι’ευχών των αγίων Πατέρων ημών κύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς .Αμην.

Θεοτόκε Παρθένε, χαίρε, κεχαριτωμένη Μαρία, ο Κύριος μετά σού. ευλογημένη, σύ εν γυναιξί, καί ευλογημένος ο καρπός τής κοιλίας σου, ότι Σωτήρα έτεκες τών ψυχών ημών.


Βαπτιστά τού Χριστού, πάντων ημών μνήσθητι, ίνα ρυσθώμεν τών ανομιών ημών, σοί γάρ εδόθη χάρις, πρεσβεύειν υπέρ ημών.

Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ Όσιε Χριστόν τον Θεόν ι­κέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

· Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ.
· Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν Χριστώ, τω βασιλεί ημών Θεώ.
· Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν αυτώ Χριστώ, τω βασιλεί και Θεώ ημών.

Ψαλμός 26
Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;
ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.
ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.
μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.
ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ, ἐν πέτρᾳ ὕψωσέ με.
καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.
εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.
σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.
ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.
νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.
μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.
πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

Ευαγγέλιον κατα Ματθαίον.

Πάς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.  ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος. ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.

ΕΥΧΗ

Κύριε Ιησού Χριστέ ο Θεός ημών, ο την Παναγίαν Σου Μητέρα Τιμιωτέραν αναδείξας πασών των επουρανίων δυνάμεων, αυτός, Πανάγαθε, δια των πρεσβειών Αυτής, Θεία δυνάμει του Τιμίου και Ζωοποιού Σου Σταυρού, ικεσίαις του Αγίου ενδόξου Προφήτου και Βαπτιστού Ιωάννου, του Οσίου και Θεοφόρου Πατρός ημών Αρσενίου του Καππαδόκου ,και πάντων Σου των Αγίων , επάκουσον εμού του αναξίου δούλου Σου και και ελέησον με , σώσον, στερέωσον, ενδυνάμωσον , κραταίωσον εν τη ομολογία Του Παναγίου Ονόματός Σου και διαφύλαξον με από πάσης δειλίας και ματαίου ανθρωπίνης δόξης Ίνα μαρτυρούντες Σε τον Αιώνιον και Αθάνατον εν τη πονηρά και σκολιά ταύτη γεννεά ,μέτοχοι, συν τοις αγίοις Σου, γενόμεθα της επουρανίου και αιωνίας Σου Αγάπης.Αμήν !

Κομβοσχοίνι το « Κύριε Ιησού Χριστέ ελέησόν με.»
Κομβοσχοίνι το «Άγιε Αρσένιε βοήθησον ημάς»

Δι’ ευχών των αγίων Πατέρων ημών Κύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς. Αμήν

ΠΗΓΗ: http://anavaseis.blogspot.com/2011/01/blog-post_5730.html

Δεν υπάρχουν σχόλια: